Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 24.8 | Dem. 24.11 (English) | >>Dem. 24.13 |
24.9τοῦ δὲ πράγματος οὐκέτʼ ὄντος ἀμφισβητησίμου , ἀλλὰ πρῶτον μὲν τῆς βουλῆς κατεγνωκυίας , εἶτα τοῦ δήμου μίαν ἡμέραν ὅλην ἐπὶ τούτοις αὐτοῖς ἀναλώσαντος , πρὸς δὲ τούτοις δικαστηρίοιν δυοῖν εἰς ἕνα καὶ χιλίους ἐψηφισμένων , ἐνούσης δʼ οὐδεμιᾶς ἔτʼ ἀποστροφῆς τοῦ μὴ τὰ χρήματʼ ἔχειν ὑμᾶς , Τιμοκράτης οὑτοσὶ τοσοῦθʼ ὑπερεῖδεν ἅπαντα τὰ πράγματα , ὥστε τίθησι τουτονὶ τὸν νόμον , διʼ οὗ τῶν ἱερῶν μὲν χρημάτων τοὺς θεούς , τῶν ὁσίων δὲ τὴν πόλιν ἀποστερεῖ , ἄκυρα δὲ τὰ γνωσθένθʼ ὑπὸ τῆς βουλῆς καὶ τοῦ δήμου καὶ τοῦ δικαστηρίου καθίστησιν , ἄδειαν δὲ τὰ κοινὰ διαρπάζειν τῷ βουλομένῳ πεποίηκεν .
24.10ὑπὲρ δὴ τούτων ἁπάντων λύσιν εὑρίσκομεν ταύτην οὖσαν μόνην , εἰ γραψάμενοι τὸν νόμον καὶ εἰσαγαγόντες εἰς ὑμᾶς λῦσαι δυναίμεθα . ἐξ ἀρχῆς οὖν ἐν βραχέσιν τὰ πραχθέντα δίειμι πρὸς ὑμᾶς , ἵνα μᾶλλον μάθητε καὶ παρακολουθήσητε τοῖς περὶ τὸν νόμον αὐτὸν ἀδικήμασιν .
ψήφισμʼ εἶπεν ἐν ὑμῖν Ἀριστοφῶν ἑλέσθαι ζητητάς , εἰ δέ τις οἶδέν τινʼ ἢ τῶν ἱερῶν ἢ τῶν ὁσίων χρημάτων ἔχοντά τι τῆς πόλεως , μηνύειν πρὸς τούτους . μετὰ ταῦτʼ ἐμήνυσεν Εὐκτήμων ἔχειν Ἀρχέβιον καὶ Λυσιθείδην τριηραρχήσαντας χρήματα Ναυκρατιτικά , τίμημα τάλαντʼ ἐννέα καὶ τριάκοντα μνᾶς . προσῆλθε τῇ βουλῇ , προβούλευμʼ ἐγράφη . μετὰ ταῦτα γενομένης ἐκκλησίας προὐχειροτόνησεν ὁ δῆμος .
24.11
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 24.8 | Dem. 24.11 (English) | >>Dem. 24.13 |